ΗΡΩΝΟΣ ΑΛΕΧΑΝΔΡΕΩΣ
ΠΝΕΥΜΑΤΙΚΩΝ
ΠΡΩΤΟΝ

Τῆς πνευματικῆς πραγματείας σπουδῆς ἠξιωμένης
πρὸς
τῶν παλαιῶν φιλοσόφων τε καὶ μηχανικῶν, τῶν
μὲν
λογικῶς τὴν δύναμιν αὐτῆς ἀποδεδωκότων, τῶν
δὲ
καὶ δι' αὐτῆς τῆς τῶν αἰσθητῶν ἐνεργείας, ἀναγ­
καῖον
ὑπάρχειν νομίζομεν καὶ αὐτοὶ τὰ παραδοθέντα
ὑπὸ
τῶν ἀρχαίων εἰς τάξιν ἀγαγεῖν, καὶ ἡμεῖς δὲ
προσευρήκαμεν εἰσθέσθαι: οὕτως γὰρ τοὺς μετὰ ταῦτα
ἐν
τοῖς μαθήμασιν ἀναστρέφεσθαι βουλομένους ὠφε­
λεῖσθαι συμβήσεται. ἀκόλουθον δὲ εἶναι νομίσαντες
τῇ
τῶν ὑδρίων ὡροσκοπείων ἕξει, ἥτις ἡμῖν ἐν τέσσαρσι
βιβλίοις
προαναγέγραπται, ταύτην συνεχῆ ὑπάρχειν
γράφομεν καὶ περὶ αὐτῆς, ὡς προείρηται: διὰ γὰρ συμ­
πλοκῆς ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ τῶν
τριῶν
στοιχείων καὶ τῶν τεσσάρων συμπλεκομένων
ποικίλαι διαθέσεις ἐνεργοῦνται, αἱ μὲν ἀναγκαιοτάτας
τῷ
βίῳ τούτῳ χρείας παρέχουσαι, αἱ δὲ ἐκπληκτικόν
τινα
θαυμασμὸν ἐπιδεικνύμεναι.